Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.316 Joseph. AJ 14.321 (English) >>Joseph. AJ 14.326

14.319

Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. διάταγμα ἐμὸν ἀπέσταλκα πρὸς ὑμᾶς, περὶ οὗ βούλομαι ὑμᾶς φροντίσαι, ἵνα αὐτὸ εἰς τὰς δημοσίας ἐντάξητε δέλτους γράμμασι Ῥωμαϊκοῖς καὶ Ἑλληνικοῖς καὶ ἐν τῷ ἐπιφανεστάτῳ ἔχητε αὐτὸ γεγραμμένον, ὅπως ὑπὸ πάντων ἀναγινώσκεσθαι δύνηται. 14.320Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ τριῶν ἀνδρῶν καταστάντων περὶ τῶν δημοσίων πραγμάτων εἶπεν· ἐπεὶ Γάιος Κάσσιος ταύτῃ τῇ ὑποστάσει ἀλλοτρίαν ἐπαρχίαν κατεχομένην ὑπὸ στρατοπέδων καὶ συμμάχους ὄντας διήρπασεν καὶ ἐξεπολιόρκησεν τὸ Ἰουδαίων ἔθνος φίλον ὑπάρχον τοῦ Ῥωμαίων δήμου, 14.321τὴν ἀπόνοιαν τὴν ἐκείνου τοῖς ὅπλοις κρατήσαντες διατάγμασιν καὶ κρίμασιν ἐπανορθούμεθα τὰ ὑπʼ αὐτοῦ διηρπασμένα, ὥστε ἀποκατασταθῆναι ταῦτα τοῖς συμμάχοις ἡμῶν· καὶ ὅσα ἐπράθη Ἰουδαίων ἤτοι σώματα Ἰουδαίων κτῆσις ταῦτα ἀφεθήτω, τὰ μὲν σώματα ἐλεύθερα, ὡς ἦν ἀπʼ ἀρχῆς, δὲ κτῆσις τοῖς πρότερον κυρίοις. 14.322τὸν δʼ οὐχ ὑπακούσαντα τῷ ἐμῷ διατάγματι δίκην συστήσασθαι βούλομαι, κἂν ἁλῷ τότε κατὰ τὴν τοῦ πράγματος ἀξίαν μελήσει μοι ἐπεξελθεῖν τὸν οὐχ ὑπακούσαντα. 14.323

Τὸ δʼ αὐτὸ τοῦτο καὶ Σιδωνίοις καὶ Ἀντιοχεῦσιν καὶ Ἀραδίοις ἔγραψεν. παρεθέμεθα μὲν οὖν καὶ ταῦτα εὐκαίρως τεκμήρια γενησόμενα ἧς φαμὲν Ῥωμαίους ποιήσασθαι προνοίας ὑπὲρ τοῦ ἡμετέρου ἔθνους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.316 Joseph. AJ 14.321 (English) >>Joseph. AJ 14.326

Powered by PhiloLogic